TLG 1527 001 :: NEPUALIUS :: Περὶ τῶν κατὰ ἀντιπάθειαν καὶ συμπάθειαν NEPUALIUS Med.
Phil., vel Neptunalius
vel Neptunianus Περὶ τῶν κατὰ ἀντιπάθειαν καὶ συμπάθειαν Citation: Section — (line) | ||
t | Νεπουαλίου περὶ τῶν κατὰ ἀντιπάθειαν καὶ συμπάθειαν. | |
prol | Ἐπιστάμενός σου τὸ φιλομαθὲς καὶ εἰς πάντα φιλότιμον, κράτιστε Σέκστε, ἐσπούδασα συνα‐ γαγεῖν καὶ γράψαι σοι βιβλίον συμπαθειῶν καὶ ἀντιπαθειῶν, οὐχ ὥσπερ οἱ πρότερον συγγραψάμενοι πολλὰ ἄπιστα καὶ μηδ’ ὅλως ἀληθείας ἐχόμενα, ἀλλ’ ὀλίγα καὶ πάντα ἡμῖν διὰ πείρας ἐληλυθότα, ἵνα ἐκ τούτου ἐπιγνῷς τὴν πολυπειρίαν τὴν ἐμὴν καὶ εὔνοιαν τὴν εἰς σέ. Περισσὸν δέ μοι δοκεῖ, ἀνδρὶ | |
5 | πάσῃ παιδείᾳ κεκοσμημένῳ φιλοσόφους καὶ ποιητὰς καὶ μάντεις εἰς μαρτυρίας παρέχειν, ὅτι τὰ μέ‐ γιστα τῶν θεραπευμάτων ἐπῳδαῖς καὶ περιάπτοις καὶ περιχρίστοις κατὰ ἀντιπάθειαν θεραπεύεται. Ἀρξώμεθα δὲ ἀφ’ ὧν τὰ ζῶα νοσοῦντα ἑαυτὰ θεραπεύουσιν. | |
---|---|---|
1 | Κύνες νοσοῦντες χλωρὰν ἄγρωστιν ἐσθίουσι καὶ ἐμοῦσι χολήν. | |
2 | Σύες νοσοῦντες καρκίνους ποταμίους ἐσθίουσιν. | |
3 | Ἔλαφος νοσοῦσα καρκῖνον ἐσθίει. | |
4 | Λέων νοσῶν πίθηκον ἐσθίει. | |
5 | Ὕαινα νοσοῦσα σκύλακα κυνὸς ἐσθίει. | |
6 | Λύκος νοσῶν γῆν ἐσθίει. | |
7 | Πάνθηρ νοσῶν αἷμα κυνὸς πίνει. | |
8 | Τίγρις νοσοῦσα κόπρον ἀνθρωπείαν ἐσθίει. | |
9 | Κάμηλος νοσοῦσα δρυὸς φύλλα χλωρὰ ἐσθίει καὶ ἐμεῖ χολὴν μέλαιναν. | |
10 | Πίθηκος νοσῶν τὸ ἴδιον οὖρον πίνει. | |
11 | Ἰχνεύμων νοσῶν ἀσπίδας ἐσθίει. | |
12 | Ἄρκτος νοσοῦσα μυρμιδόνας ἐσθίει. | |
13 | Αἲξ τοξευθεῖσα δίκταμνον ἐσθίει καὶ τὸ βέλος ἐκβάλλει | |
14 | Ἀετὸς νοσῶν χελώνην ἐσθίει. | |
15 | Κόραξ νοσῶν κυπερίδας ἐσθίει. | |
16 | Ἐρωδιὸς νοσῶν καρκῖνον ἐσθίει. | |
17 | Κύκνος νοσῶν βατράχους ἐσθίει. | |
18 | Πάρδαλις νοσοῦσα αἰγὸς ἀγρίας αἷμα πίνει. | |
19 | Αἴ‐ λουρος νοσῶν μυίας ἐσθίει. | |
20 | Τραγέλαφος νοσῶν ἐλαίας κλάδους χλωροὺς ἐσθίει. | |
21 | Ἴβις νοσοῦσα ὕδωρ ἁλικὸν πολὺ πίνει καὶ ἐμεῖ καὶ οὐ νοσεῖ. | |
22 | Ὄφεις ἀμβλυωποῦντες μάραθρον ἐσθίουσι. | 1 |
23 | Αἶγες νοσοῦντες σκαμμωνίαν ἢ τιθύμαλλον ἐσθίουσι. | |
24 | Κορώνη νοσοῦσα ἀνθρωπείαν ἐσθίει κόπρον. | |
25 | Κορυδαλλὸς νοσῶν ἄγρωστιν ἐσθίει καὶ τῇ νοσσιᾷ αὐτοῦ ὁμοίως τὴν ἄγρωστιν ἐντίθησιν. | |
26 | Ἰκτῖνος δὲ ῥάμνον ἐντίθεται. | |
27 | Ἀλώπεκες σκίλλας φύλλων ἐντίθενται τοῖς φωλεοῖς διὰ τοὺς λύκους. | |
28 | Φάσσαι δάφνης φύλλα τῇ νοσσιᾷ τιθέασι καὶ διαφυλάττουσι τοὺς νεοσσούς. | |
29 | Ἱέραξ κίρκος ἀμβλυωπῶν ἀγρίας θρίδακος τὰ ἄκρα ἐσθίει καὶ τῷ ὀπῷ αὐτῆς τοὺς ὀφθαλμοὺς παρατρίβει. | |
30 | Γὺψ ἀμβλυωπῶν χολὴν ἀνθρώπου ἀναῤῥήξας τοὺς ὀφθαλμοὺς ἀνατρίβει. | |
31 | Ἀκρίδες νοσοῦσαι ἐλαίας φύλλα ἐσθίουσι. | |
32 | Περιστερὰ νοσοῦσα ἀστερίσκον ἐσθίει καὶ τιθύμαλλον κίρκος ὃ ἔστιν ἱέραξ. | |
33 | Κορώνη δὲ περιστερεῶνα ἤτοι ἱερὰν βοτάνην. | |
34 | Τρυγόνες ἶριν στραγαλεῶτιν. | |
35 | Πελαργοὶ ὀστοῦν χελώνης καὶ πλατάνου φύλλα ἐντιθέασι διὰ τὰς νυκτερίδας. | |
36 | Ἱέρακες ἄγνον τιθέασιν. | |
37 | Ἔποπες ἀδίαντον τιθέασι. | |
38 | Στροῦθοι ἕρπυλλον τιθέασι. | |
39 | Κύκνοι μελίσσας. | |
40 | Μύαγρος ἀσκαλαβώτην διὰ τοὺς σκορπίους. | |
41 | Κόρυδος δρυὸς φύλλα. | |
42 | Γλαῦκες νυκτερίδος καρδίαν, ἵνα μὴ μύρμηκες τὰ ὠὰ ἢ τοὺς νεοσσοὺς αὐτῶν ἀφανίζωσι, παρὰ τρώγλην γὰρ μυρμήκων ἐὰν θῇς νυκτερίδος καρδίαν, οἱ μύρμηκες οὐ προσελεύσονται, ἀλλὰ θανοῦνται. | |
43 | Δράκων δρακόν‐ τιον βοτάνην. | |
44 | Νυκτερίδες βούτου * κόμην. | |
45 | Ἀσκαλαβώτης κέντρον σκορπίου. | |
46 | Σπῖνοι μυρίκην σφῆκας φοβούμενοι. | |
47 | Περιστεραὶ περιστερεῶνα ὀρθόν. | |
48 | Χελιδόνες ἐλάφου τρίχας καὶ σέλινον καὶ σίλφιον ὄφεις φοβούμεναι. | |
49 | Ἀετὸς λίθον ἔγκυον τὸν ἀετίτην λεγόμενον. | |
50 | Κίχλα μυρσίνην. | |
51 | Ἄρκτος λίθον μέλανα ἐγκεκαυμένον διὰ τὴν εὐτοκίαν· ἐὰν δὲ μὴ εὕρῃ, ἄρκτῳ ἐνατενί‐ ζουσα εὐτοκεῖ. | |
52 | Χελιδόνα ἐὰν πηρώσῃς, χελιδόνιον βοτάνην τοὺς ὀφθαλμοὺς αὐτῆς παρατρίβουσα, καθίστησιν αὐτοὺς πάλιν εἰς τὸ κατὰ φύσιν. | |
53 | Καρδίαν νυκτερίδος ἐὰν φωλεῷ μυρμήκων παραθῇς, οὔτε εἰσίασιν οὔτε ἐξίασι· φασὶ δὲ αὐτοὺς τὸ σάββατον ἡσυχάζειν καὶ σχολὴν ἄγειν. | |
54 | Ὄρνεις κατ‐ οικίδιαι καθαίρουσιν ἑαυτὰς καὶ κάρφη εἰς τὸ εὐτοκῆσαι ἐπάνωθεν αὑτῶν βάλλουσι. | |
55 | Ἀλκυόνων κυουσῶν γαλήνη ἐπὶ ἡμέρας ἑπτὰ γίνεται ἐν τῇ θαλάσσῃ. | |
56 | Ἀδάμαντα λύει αἷμα τράγου θερμόν. | |
57 | Αἰλούρου τὸ κρανίον ἐὰν ῥοδίνῳ χρίσῃς, ἑαυτὸν διαχρήσεται· λύσεις δὲ αὐτὸν ἐὰν πηγάνου χυλὸν ἐπιβρέξῃς. | |
58 | Ἀείζωον ἐὰν ἐν αὐξηθείσῃ σελήνῃ ἄρῃς ἐκ τῆς γῆς καὶ μετὰ μολύβδου κρύψῃς εἰς ἑστίαν, πῦρ εἰς αὐτὴν οὐκ ἀναφθήσεται. | |
59 | Σαλαμάνδραν πῦρ οὐ καίει. | |
60 | Λέων ἐπιβὰς πρίνου φύλλοις λευκοῖς ναρκᾷ. | 2 |
61 | Λέοντος στέατι οὔτε μύες οὔτε μυῖαι προσίασι. | |
62 | Λεοντείῳ στέατι εἴ τι ἂν σκεῦος περιχρίσῃς, οὔθ’ ἵππος οὔτε βοῦς ἐν αὐτῷ πηδᾷ. | |
63 | Λέων ἀλέκτορα φοβεῖται, μάλιστα λευκόν. | |
64 | Στέατι ἀλεκτρυόνος εἰ χρίσεται ἄνθρωπος, ἀποστρέφει τὴν ὁρμὴν τοῦ λέοντος ἣν ἕχει περὶ αὑτόν. | |
65 | Λέων ἅρμα κενὸν ἀποστρέφεται καὶ τροχὸν στρεφόμενον καὶ πῦρ καιόμενον. | |
66 | Κύων κόπρον ἀλώπεκος ξηρὰν ὀσφραινόμενος κυλίεται ὡς ὀρχούμενος καὶ ἐκστρεφόμενος· ὁ δὲ Λακωνικὸς οὐ πάσχει τοῦτο. | |
67 | Κύων μαίνεται καὶ ἀποθνήσκει ὑαίνης στέατι χρισθείς· λύσεις δὲ, εἰ ἀσφοδέλου χυλὸν χρίσῃς. | |
68 | Κύων κοιμᾶται εἰ ἀμυγδάλην πικρὰν μετ’ ἐλαίου λείαν καταλείξῃ ἢ καὶ ἀλειφθῇ. | |
69 | Κροκοδείλους τοὺς ἐν Αἰγύπτῳ ἀνάγουσιν ἀσφοδέλου ῥίζαι. | |
70 | Καρκίνῳ πολύ‐ πους ἐὰν πλεκτάνην ἐπιθῇ, τοὺς ὀδόντας ἀποβάλλει· ἀστακῷ ἐὰν πολύπους πλεκτάνην εἰς τὰς χηλὰς ἐπιθῇ, εὐθέως αὐτὰς ἀποβάλλει. | |
71 | Ἰκτὶν οὐ προσέρχεται, ὅπου φύλλα ῥόδου ἐπιθῇς. | |
72 | Ἵππος ναρκᾷ ἐπιβὰς ἴχνη λύκου πρόσφατα. | |
73 | Ἵππος ἔχοντι ἀνθρώπῳ ἱππομανὲς ἀποκολουθήσει ὡς μαι‐ νόμενος. | |
74 | Ἐλέφαντος στέαρ ἐὰν ἀλείψῃ, οὐδέν σοι τῶν θηρίων προσελεύσεται, ἀδιάψαυστον γάρ ἐστι. | |
75 | Κάστορες διωκόμενοι ὑπὸ ἀφθόρου γυναικὸς τοὺς ἰδίους διδύμους ἀποτέμνουσι. | |
76 | Χελι‐ δόνων νεοσσοὶ τοὺς τῆς κεφαλῆς λίθους καταπιόντες ἤμεσαν ἐν χερσὶν ἀνθρώπων ἑαυτοὺς ἰδόντες. | |
77 | Μάγνης λίθος ἕλκει σίδηρον. | |
78 | Λύκος ἀκινητεῖ σκίλλης αὐτῷ προσενεχθείσης. | |
79 | Στρύχνον βοτάνην ὕαινα οὐκ αἴρει. | |
80 | Λύκου δέρμα πρόβατον οὐχ ὑπερβαίνει. | |
81 | Πτερὰ ἴβεως πάντες ὄφεις δεδοίκασι. | |
82 | Λέων οὐ γεύσεται, ἑτέρου προλαβόντος εἰς βρῶσιν. | |
83 | Κάνθαροι θνήσκουσι μύρῳ χρισθέντες. | |
84 | Ἀλέκτωρ οὐ βαδίσει, ἀετοῦ κόπρῳ ψωμισθείς. | |
85 | Ἀλέκτορος τὰ κέντρα ἐὰν κηρῷ περιπλάσῃς, τεθνήξεται. | |
86 | Ἀκρίδες συνέρχονται ὁμοῦ, ὅπου ἂν γάρον ἀφ’ ἑσπέρας ῥάνῃς. | 3 |